Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.226 Joseph. AJ 8.231 (English) >>Joseph. AJ 8.235

8.229πρῶτον ἱερέα φασὶν Ἀαρῶνα πεποιηκέναι.” ταῦτʼ εἰπὼν ἐξηπάτησε τὸν λαὸν καὶ τῆς πατρίου θρησκείας ἀποστάντας ἐποίησε παραβῆναι τοὺς νόμους. ἀρχὴ κακῶν ἐγένετο τοῦτο τοῖς Ἑβραίοις καὶ τοῦ πολέμῳ κρατηθέντας ὑπὸ τῶν ἀλλοφύλων αἰχμαλωσίᾳ περιπεσεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ χώραν δηλώσομεν. 8.230

Ἐνστάσης δὲ τῆς ἑορτῆς ἑβδόμῳ μηνὶ βουλόμενος καὶ αὐτὸς ἐν Βηθήλῃ ταύτην ἀγαγεῖν, ὥσπερ ἑώρταζον καὶ αἱ δύο φυλαὶ ἐν Ἱεροσολύμοις, οἰκοδομεῖ μὲν θυσιαστήριον πρὸ τῆς δαμάλεως, γενόμενος δὲ αὐτὸς ἀρχιερεὺς ἐπὶ τὸν βωμὸν ἀναβαίνει σὺν τοῖς ἰδίοις ἱερεῦσι. 8.231μέλλοντος δʼ ἐπιφέρειν τὰς θυσίας καὶ τὰς ὁλοκαυτώσεις ἐν ὄψει τοῦ λαοῦ παντὸς παραγίνεται πρὸς αὐτὸν ἐξ Ἱεροσολύμων προφήτης Ἰάδων ὄνομα τοῦ θεοῦ πέμψαντος, ὃς σταθεὶς ἐν μέσῳ τῷ πλήθει τοῦ βασιλέως ἀκούοντος εἶπε τάδε πρὸς τὸ θυσιαστήριον ποιούμενος τοὺς λόγους· 8.232 θεὸς ἔσεσθαί τινα προλέγει ἐκ τοῦ Δαυίδου γένους Ἰωσίαν ὄνομα, ὃς ἐπὶ σοῦ θύσει τοὺς ψευδιερεῖς τοὺς κατʼ ἐκεῖνον τὸν καιρὸν γενησομένους καὶ τὰ ὀστᾶ τῶν λαοπλάνων τούτων καὶ ἀπατεώνων καὶ ἀσεβῶν ἐπὶ σοῦ καύσει. ἵνα μέντοι γε πιστεύσωσιν οὗτοι τοῦθʼ οὕτως ἕξειν, σημεῖον αὐτοῖς προερῶ γενησόμενον· ῥαγήσεται τὸ θυσιαστήριον παραχρῆμα καὶ 8.233πᾶσα ἐπʼ αὐτοῦ πιμελὴ τῶν ἱερείων ἐπὶ γῆν χυθήσεται.” ταῦτʼ εἰπόντος τοῦ προφήτου παροξυνθεὶς Ἱεροβόαμος ἐξέτεινε τὴν χεῖρα κελεύων συλλαβεῖν αὐτόν. ἐκτεταμένη δʼ χεὶρ εὐθέως παρείθη καὶ οὐκέτʼ ἴσχυε ταύτην πρὸς αὑτὸν ἀναγαγεῖν, ἀλλὰ νεναρκηκυῖαν καὶ νεκρὰν εἶχεν ἀπηρτημένην. ἐρράγη δὲ καὶ τὸ θυσιαστήριον καὶ κατηνέχθη πάντα ἀπʼ αὐτοῦ, καθὼς προεῖπεν προφήτης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.226 Joseph. AJ 8.231 (English) >>Joseph. AJ 8.235

Powered by PhiloLogic